Numbers 16

1καὶ ἐλάλησεν Κορε υἱὸς Ισσααρ υἱοῦ Κααθ υἱοῦ Λευι καὶ Δαθαν καὶ Αβιρων υἱοὶ Ελιαβ Καὶ Αυν υἱὸς Φαλεθ υἱοῦ Ρουβην 2καὶ ἀνέστησαν ἔναντι Μωυσῆ, καὶ ἄνδρες τῶν υἱῶν Ισραηλ πεντήκοντα καὶ διακόσιοι, ἀρχηγοὶ συναγωγῆς, σύγκλητοι βουλῆς καὶ ἄνδρες ὀνομαστοί, 3συνέστησαν ἐπὶ Μωυσῆν καὶ Ααρων καὶ εἶπαν Ἐχέτω ὑμῖν, ὅτι πᾶσα συναγωγὴ πάντες ἅγιοι καὶ ἐν αὐτοῖς κύριος, καὶ διὰ τί κατανίστασθε ἐπὶ τὴν συναγωγὴν κυρίου; 4καὶ ἀκούσας Μωϋσῆς ἔπεσεν ἐπὶ πρόσωπον 5καὶ ἐλάλησεν πρὸς Κορε καὶ πρὸς πᾶσαν αὐτοῦ τὴν συναγωγὴν λέγων Ἐπέσκεπται καὶ ἔγνω θεὸς τοὺς ὄντας αὐτοῦ καὶ τοὺς ἁγίους καὶ προσηγάγετο πρὸς ἑαυτόν, καὶ οὓς ἐξελέξατο ἑαυτῷ, προσηγάγετο πρὸς ἑαυτόν. 6τοῦτο ποιήσατε· λάβετε ὑμῖν αὐτοῖς πυρεῖα, Κορε καὶ πᾶσα συναγωγὴ αὐτοῦ, 7καὶ ἐπίθετε ἐπ' αὐτὰ πῦρ καὶ ἐπίθετε ἐπ' αὐτὰ θυμίαμα ἔναντι κυρίου αὔριον, καὶ ἔσται ἀνήρ, ὃν ἂν ἐκλέξηται κύριος, οὗτος ἅγιος· ἱκανούσθω ὑμῖν, υἱοὶ Λευι. 8καὶ εἶπεν Μωϋσῆς πρὸς Κορε Εἰσακούσατέ μου, υἱοὶ Λευι. 9μὴ μικρόν ἐστιν τοῦτο ὑμῖν ὅτι διέστειλεν θεὸς Ισραηλ ὑμᾶς ἐκ συναγωγῆς ισραηλ καὶ προσηγάγετο ὑμᾶς πρὸς ἑαυτὸν λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς κυρίου καὶ παρίστασθαι ἔναντι τῆς συναγωγῆς λατρεύειν αὐτοῖς; 10καὶ προσηγάγετό σε καὶ πάντας τοὺς ἀδελφούς σοῦ, υἱοὺς Λευι μετὰ σου καὶ ζητεῖτε ἱερατεύειν; 11οὕτως σὺ καὶ πᾶσα συναγωγή σου συνηθροισμένη πρὸς τὸν θεόν· καὶ Ααρων τίς ἐστιν ὅτι διαγογγύζετε κατ' αὐτοῦ; 12καὶ ἀπέστειλεν Μωϋσῆς καλέσαι Δαθαν καὶ Αβιρων υἱοὺς Ελιαβ. καὶ εἶπαν Οὐκ ἀναβαίνομεν· 13μὴ μικρὸν τοῦτο ὅτι ἀνήγαγες ἡμᾶς ἐκ γῆς ῥεούσης γάλα καὶ μέλι ἀποκτεῖναι ἡμᾶς ἐν τῇ ἐρήμῳ, ὅτι κατάρχεις ἡμῶν ἄρχων; 14εἰ καὶ εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι εἰσήγαγες ἡμᾶς καὶ ἔδωκας ἡμῖν κλῆρον ἀγροῦ καὶ ἀμπελῶνας, τοὺς ὀφθαλμοὺς τῶν ἀνθρώπων ἐκείνων ἂν ἐξέκοψας. οὐκ ἀναβαίνομεν. 15καὶ ἐβαρυθύμησεν Μωϋσῆς σφόδρα καὶ εἶπεν πρὸς κύριον Μὴ προσχῇς εἰς τὴν θυσίαν αὐτῶν· οὐκ ἐπιθύμημα οὐδενὸς αὐτῶν εἴληφα οὐδὲ ἐκάκωσα οὐδένα αὐτῶν. 16καὶ εἶπεν Μωϋσῆς πρὸς Κορε Ἁγίασον τὴν συναγωγήν σου καὶ γίνεσθε ἕτοιμοι ἔναντι κυρίου σὺ καὶ αὐτοὶ καὶ Ααρων αὔριον· 17καὶ λάβετε ἕκαστος τὸ πυρεῖον αὐτοῦ καὶ ἐπιθήσετε ἐπ' αὐτὰ θυμίαμα καὶ προσάξετε ἔναντι κυρίου ἕκαστος τὸ πυρεῖον αὐτοῦ, πεντήκοντα καὶ διακόσια πυρεῖα, καὶ σὺ καὶ Ααρων ἕκαστος τὸ πυρεῖον αὐτοῦ. 18καὶ ἔλαβεν ἕκαστος τὸ πυρεῖον αὐτοῦ καὶ ἐπέθηκαν ἐπ' αὐτὰ πῦρ καὶ ἐπέβαλον ἐπ' αὐτὸ θυμίαμα. καὶ ἔστησαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου Μωϋσῆς καὶ Ααρων. 19καὶ ἐπισυνέστησεν ἐπ' αὐτοὺς Κορε τὴν πᾶσαν αὐτοῦ συναγωγὴν παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. καὶ ὤφθη δόξα κυρίου πάσῃ τῇ συναγωγῇ. 20καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων 21Ἀποσχίσθητε ἐκ μέσου τῆς συναγωγῆς ταύτης, καὶ ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ. 22καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ εἶπαν θεὸς Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, εἰ ἄνθρωπος εἷς ἥμαρτεν, ἐπὶ πᾶσαν τὴν συναγωγὴν ὀργὴ κυρίου; 23καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων 24Λάλησον τῇ συναγωγῇ λέγων Ἀναχωρήσατε κύκλῳ ἀπὸ τῆς συναγωγῆς Κορε. 25καὶ ἀνέστη Μωϋσῆς καὶ ἐπορεύθη πρὸς Δαθαν καὶ Αβιρων, καὶ συνεπορεύθησαν μετ' αὐτοῦ πάντες οἱ πρεσβύτεροι Ισραηλ. 26καὶ ἐλάλησεν πρὸς τὴν συναγωγὴν λέγων Ἀποσχίσθητε ἀπὸ τῶν σκηνῶν τῶν ἀνθρώπων τῶν σκληρῶν τούτων καὶ μὴ ἅπτεσθε ἀπὸ πάντων, ὧν ἐστιν αὐτοῖς, μὴ συναπόλησθε ἐν πάσῃ τῇ ἁμαρτίᾳ αὐτῶν. 27καὶ ἀπέστησαν ἀπὸ τῆς σκηνῆς Κορε κύκλῳ· καὶ Δαθαν καὶ Αβιρων ἐξῆλθον καὶ εἱστήκεισαν παρὰ τὰς θύρας τῶν σκηνῶν αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ ἀποσκευὴ αὐτῶν. 28καὶ εἶπεν Μωϋσῆς Ἐν τούτῳ γνώσεσθε ὅτι κύριος ἀπέστειλέν με ποιῆσαι πάντα τὰ ἔργα ταῦτα, ὅτι οὐκ ἀπ' ἐμαυτοῦ· 29εἰ κατὰ θάνατον πάντων ἀνθρώπων ἀποθανοῦνται οὗτοι, εἰ καὶ κατ' ἐπίσκεψιν πάντων ἀνθρώπων ἐπισκοπὴ ἔσται αὐτῶν, οὐχὶ κύριος ἀπέσταλκέν με· 30ἀλλ' ἐν φάσματι δείξει κύριος, καὶ ἀνοίξασα γῆ τὸ στόμα αὐτῆς καταπίεται αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ τὰς σκηνὰς αὐτῶν καὶ πάντα, ὅσα ἐστὶν αὐτοῖς, καὶ καταβήσονται ζῶντες εἰς ᾅδου, καὶ γνώσεσθε ὅτι παρώξυναν οἱ ἄνθρωποι οὗτοι τὸν κύριον. 31ὡς δὲ ἐπαύσατο λαλῶν πάντας τοὺς λόγους τούτους, ἐρράγη γῆ ὑποκάτω αὐτῶν, 32καὶ ἠνοίχθη γῆ καὶ κατέπιεν αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας μετὰ Κορε καὶ τὰ κτήνη αὐτῶν. 33καὶ κατέβησαν αὐτοὶ καὶ ὅσα ἐστὶν αὐτῶν ζῶντα εἰς ᾅδου, καὶ ἐκάλυψεν αὐτοὺς γῆ, καὶ ἀπώλοντο ἐκ μέσου τῆς συναγωγῆς. 34καὶ πᾶς Ισραηλ οἱ κύκλῳ αὐτῶν ἔφυγον ἀπὸ τῆς φωνῆς αὐτῶν, ὅτι λέγοντες Μήποτε καταπίῃ ἡμᾶς γῆ. 35καὶ πῦρ ἐξῆλθεν παρὰ κυρίου καὶ κατέφαγεν τοὺς πεντήκοντα καὶ διακοσίους ἄνδρας τοὺς προσφέροντας τὸ θυμίαμα. 36
LXX: Num.17:1
Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν
37
LXX: Num.17:2
καὶ πρὸς Ελεαζαρ τὸν υἱὸν Ααρων τὸν ἱερέα Ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ ἐκ μέσου τῶν κατακεκαυμένων καὶ τὸ πῦρ τὸ ἀλλότριον τοῦτο σπεῖρον ἐκεῖ, ὅτι ἡγίασαν
38
LXX: Num.17:3
τὰ πυρεῖα τῶν ἁμαρτωλῶν τούτων ἐν ταῖς ψυχαῖς αὐτῶν· καὶ ποίησον αὐτὰ λεπίδας ἐλατάς, περίθεμα τῷ θυσιαστηρίῳ, ὅτι προσηνέχθησαν ἔναντι κυρίου καὶ ἡγιάσθησαν καὶ ἐγένοντο εἰς σημεῖον τοῖς υἱοῖς Ισραηλ.
39
LXX: Num.17:4
καὶ ἔλαβεν Ελεαζαρ υἱὸς Ααρων τοῦ ἱερέως τὰ πυρεῖα τὰ χαλκᾶ, ὅσα προσήνεγκαν οἱ κατακεκαυμένοι, καὶ προσέθηκαν αὐτὰ περίθεμα τῷ θυσιαστηρίῳ,
40
LXX: Num.17:5
μνημόσυνον τοῖς υἱοῖς Ισραηλ, ὅπως ἂν μὴ προσέλθῃ μηθεὶς ἀλλογενής, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος Ααρων, ἐπιθεῖναι θυμίαμα ἔναντι κυρίου καὶ οὐκ ἔσται ὥσπερ Κορε καὶ ἐπισύστασις αὐτοῦ, καθὰ ἐλάλησεν κύριος ἐν χειρὶ Μωυσῆ.
41
LXX: Num.17:6
καὶ ἐγόγγυσαν οἱ υἱοὶ Ισραηλ τῇ ἐπαύριον ἐπὶ Μωυσῆν Καὶ Ααρων λέγοντες Ὑμεῖς ἀπεκτάγκατε τὸν λαὸν κυρίου.
42
LXX: Num.17:7
καὶ ἐγένετο ἐν τῷ ἐπισυστρέφεσθαι τὴν συναγωγὴν ἐπὶ Μωυσῆν καὶ Ααρων καὶ ὥρμησαν ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τήνδε ἐκάλυψεν αὐτὴν νεφέλη, καὶ ὤφθη δόξα κυρίου.
43
LXX: Num.17:8
καὶ εἰσῆλθεν Μωϋσῆς καὶ Ααρων κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου,
44
LXX: Num.17:9
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
45
LXX: Num.17:10
Ἐκχωρήσατε ἐκ μέσου τῆς συναγωγῆς ταύτης, καὶ ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ. καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν.
46
LXX: Num.17:11
καὶ εἶπεν Μωϋσῆς πρὸς Ααρων Λαβὲ τὸ πυρεῖον καὶ ἐπίθες ἐπ' αὐτὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἐπίβαλε ἐπ' αὐτὸ θυμίαμα καὶ ἀπένεγκε τὸ τάχος εἰς τὴν παρεμβολὴν καὶ ἐξίλασαι περὶ αὐτῶν· ἐξῆλθεν γὰρ ὀργὴ ἀπὸ προσώπου κυρίου, ἦρκται θραύειν τὸν λαόν.
47
LXX: Num.17:12
καὶ ἔλαβεν Ααρων, καθάπερ ἐλάλησεν αὐτῷ Μωϋσῆς, καὶ ἔδραμεν εἰς τὴν συναγωγήν· καὶ ἤδη ἐνῆρκτο θραῦσις ἐν τῷ λαῷ· καὶ ἐπέβαλεν τὸ θυμίαμα καὶ ἐξιλάσατο περὶ τοῦ λαοῦ
48
LXX: Num.17:13
καὶ ἔστη ἀνὰ μέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων, καὶ ἐκόπασεν θραῦσις.
49
LXX: Num.17:14
καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ θραύσει τέσσαρες καὶ δέκα χιλιάδες καὶ ἑπτακόσιοι χωρὶς τῶν τεθνηκότων ἕνεκεν Κορε.
50
LXX: Num.17:15
καὶ ἐπέστρεψεν Ααρων πρὸς Μωυσῆν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐκόπασεν θραῦσις.
Copyright information for LXX